azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

petros gaitanos - odi h, ixos b lyrics

Loading...

ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

δόξα σοι, ὁ θεὸς ἡμῶν, δόξα σοι

λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δὲ συνανίστησι σκηνήν· ἀδὰμ γάρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾅδου ταμείων· ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

εὐλογοῦμεν πατέρα, υἱὸν καὶ ἅγιον πνεῦμα, τὸν κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας

πέπαυται τόλμα μαθητῶν, ἀριμαθαίας δὲ ἀριστεύει ἰωσήφ· νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν

ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος θεὸς συκοφαντεῖται· ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας



Random Lyrics

HOT LYRICS

Loading...